plato_6_divided_line_in_greek.pdf

Plato, Rep. Bk. 6 509b-511e Divided Line 1

Plato, Republic Book Καὶ τοῖς γιγνωσκοµένοις τοίνυν µὴ µόνον τὸ γιγνώσκεσθαι φάναι ὑπὸ τοῦ

ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ὑπ’ ἐκείνου αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ ἀγαθοῦ, ἀλλ’ ἔτι ἐπέκεινα τῆς οὐσίας πρεσβείᾳ καὶ δυνάµει ὑπερέχοντος.

[c.] Καὶ ὁ Γλαύκων µάλα γελοίως, ῎Απολλον, ἔφη, δαιµονίας ὑπερβολῆς. Σὺ γάρ, ἦν δ’ ἐγώ, αἴτιος, ἀναγκάζων τὰ ἐµοὶ δοκοῦντα περὶ αὐτοῦ λέγειν. Καὶ µηδαµῶς γ’, ἔφη, παύσῃ, εἰ µή τι, ἀλλὰ τὴν περὶ τὸν ἥλιον ὁµοιότητα αὖ

διεξιών, εἴ πῃ ἀπολείπεις. ᾿Αλλὰ µήν, εἶπον, συχνά γε ἀπολείπω. Μηδὲ σµικρὸν τοίνυν, ἔφη, παραλίπῃς. Οἶµαι µέν, ἦν δ’ ἐγώ, καὶ πολύ· ὅµως δέ, ὅσα γ’ ἐν τῷ παρόντι δυνατόν, ἑκὼν

οὐκ ἀπολείψω. Μὴ γάρ, ἔφη. [d.] Νόησον τοίνυν, ἦν δ’ ἐγώ, ὥσπερ λέγοµεν, δύο αὐτὼ εἶναι, καὶ βασιλεύειν

τὸ µὲν νοητοῦ γένους τε καὶ τόπου, τὸ δ’ αὖ ὁρατοῦ, ἵνα µὴ οὐρανοῦ εἰπὼν δόξω σοι σοφίζεσθαι περὶ τὸ ὄνοµα. ἀλλ’ οὖν ἔχεις ταῦτα διττὰ εἴδη, ὁρατόν, νοητόν;

῎Εχω. ῞Ωσπερ τοίνυν γραµµὴν δίχα τετµηµένην λαβὼν ἄνισα τµήµατα, πάλιν τέµνε

ἑκάτερον τὸ τµῆµα ἀνὰ τὸν αὐτὸν λόγον, τό τε τοῦ ὁρωµένου γένους καὶ τὸ τοῦ νοουµένου, καί σοι ἔσται σαφηνείᾳ καὶ ἀσαφείᾳ πρὸς ἄλληλα ἐν µὲν τῷ ὁρωµένῳ [e.] τὸ µὲν ἕτερον τµῆµα εἰκόνες—λέγω δὲ τὰς εἰκόνας πρῶτον [510a] µὲν τὰς σκιάς, ἔπειτα τὰ ἐν τοῖς ὕδασι φαντάσµατα καὶ ἐν τοῖς ὅσα πυκνά τε καὶ λεῖα καὶ φανὰ συνέστηκεν, καὶ πᾶν τὸ τοιοῦτον, εἰ κατανοεῖς.

᾿Αλλὰ κατανοῶ. Τὸ τοίνυν ἕτερον τίθει ᾧ τοῦτο ἔοικεν, τά τε περὶ ἡµᾶς ζῷς καὶ πᾶν τὸ

φυτευτὸν καὶ τὸ σκευαστὸν ὅλον γένος. Τίθηµι, ἔφη. ῏Η καὶ ἐθέλοις ἂν αὐτὸ φάναι, ἦν δ’ ἐγώ, διῃρῆσθαι ἀληθείᾳ τε καὶ µή, ὡς τὸ

δοξαστὸν πρὸς τὸ γνωστόν, οὕτω τὸ ὁµοιωθὲν πρὸς τὸ ᾧ ὡµοιώθη; [b.] ῎Εγωγ’, ἔφη, καὶ µάλα. Σκόπει δὴ αὖ καὶ τὴν τοῦ νοητοῦ τοµὴν ᾗ τµητέον. Πῇ; ῟Ηι τὸ µὲν αὐτοῦ τοῖς τότε µιµηθεῖσιν ὡς εἰκόσιν χρωµένη ψυχὴ ζητεῖν

ἀναγκάζεται ἐξ ὑποθέσεων, οὐκ ἐπ’ ἀρχὴν πορευοµένη ἀλλ’ ἐπὶ τελευτήν, τὸ δ’ αὖ ἕτερον—τὸ ἐπ’ ἀρχὴν ἀνυπόθετον—ἐξ ὑποθέσεως ἰοῦσα καὶ ἄνευ τῶν περὶ ἐκεῖνο εἰκόνων, αὐτοῖς εἴδεσι δι’ αὐτῶν τὴν µέθοδον ποιουµένη.

Ταῦτ’, ἔφη, ἃ λέγεις, οὐχ ἱκανῶς ἔµαθον. [c.] ᾿Αλλ’ αὖθις, ἦν δ’ ἐγώ· ῥᾷον γὰρ τούτων προειρηµένων µαθήσῃ. οἶµαι γάρ

σε εἰδέναι ὅτι οἱ περὶ τὰς γεωµετρίας τε καὶ λογισµοὺς καὶ τὰ τοιαῦτα

Plato, Rep. Bk. 6 509b-511e Divided Line 2

πραγµατευόµενοι, ὑποθέµενοι τό τε περιττὸν καὶ τὸ ἄρτιον καὶ τὰ σχήµατα καὶ γωνιῶν τριττὰ εἴδη καὶ ἄλλα τούτων ἀδελφὰ καθ’ ἑκάστην µέθοδον, ταῦτα µὲν ὡς εἰδότες, ποιησάµενοι ὑποθέσεις αὐτά, οὐδένα λόγον οὔτε αὑτοῖς οὔτε ἄλλοις ἔτι ἀξιοῦσι περὶ αὐτῶν διδόναι [d.] ὡς παντὶ φανερῶν, ἐκ τούτων δ’ ἀρχόµενοι τὰ λοιπὰ ἤδη διεξιόντες τελευτῶσιν ὁµολογουµένως ἐπὶ τοῦτο οὗ ἂν ἐπὶ σκέψιν ὁρµήσωσι.

Πάνυ µὲν οὖν, ἔφη, τοῦτό γε οἶδα. Οὐκοῦν καὶ ὅτι τοῖς ὁρωµένοις εἴδεσι προσχρῶνται καὶ τοὺς λόγους περὶ αὐτῶν

ποιοῦνται, οὐ περὶ τούτων διανοούµενοι, ἀλλ’ ἐκείνων πέρι οἷς ταῦτα ἔοικε, τοῦ τετραγώνου αὐτοῦ ἕνεκα τοὺς λόγους ποιούµενοι καὶ διαµέτρου αὐτῆς, ἀλλ’ οὐ [e.] ταύτης ἣν γράφουσιν, καὶ τἆλλα οὕτως, αὐτὰ µὲν ταῦτα ἃ πλάττουσίν τε καὶ γράφουσιν, ὧν καὶ σκιαὶ καὶ ἐν ὕδασιν εἰκόνες εἰσίν, τούτοις µὲν ὡς εἰκόσιν αὖ χρώµενοι, ζητοῦντες [511a] δὲ αὐτὰ ἐκεῖνα ἰδεῖν ἃ οὐκ ἂν ἄλλως ἴδοι τις ἢ τῇ διανοίᾳ.

᾿Αληθῆ, ἔφη, λέγεις. Τοῦτο τοίνυν νοητὸν µὲν τὸ εἶδος ἔλεγον, ὑποθέσεσι δ’ ἀναγκαζοµένην ψυχὴν

χρῆσθαι περὶ τὴν ζήτησιν αὐτοῦ, οὐκ ἐπ’ ἀρχὴν ἰοῦσαν, ὡς οὐ δυναµένην τῶν ὑποθέσεων ἀνωτέρω ἐκβαίνειν, εἰκόσι δὲ χρωµένην αὐτοῖς τοῖς ὑπὸ τῶν κάτω ἀπεικασθεῖσιν καὶ ἐκείνοις πρὸς ἐκεῖνα ὡς ἐναργέσι δεδοξασµένοις τε καὶ τετιµηµένοις.

[b.] Μανθάνω, ἔφη, ὅτι τὸ ὑπὸ ταῖς γεωµετρίαις τε καὶ ταῖς ταύτης ἀδελφαῖς τέχναις λέγεις.

Τὸ τοίνυν ἕτερον µάνθανε τµῆµα τοῦ νοητοῦ λέγοντά µε τοῦτο οὗ αὐτὸς ὁ λόγος ἅπτεται τῇ τοῦ διαλέγεσθαι δυνάµει, τὰς ὑποθέσεις ποιούµενος οὐκ ἀρχὰς ἀλλὰ τῷ ὄντι ὑποθέσεις, οἷον ἐπιβάσεις τε καὶ ὁρµάς, ἵνα µέχρι τοῦ ἀνυποθέτου ἐπὶ τὴν τοῦ παντὸς ἀρχὴν ἰών, ἁψάµενος αὐτῆς, πάλιν αὖ ἐχόµενος τῶν ἐκείνης ἐχοµένων, οὕτως ἐπὶ τελευτὴν καταβαίνῃ, [c.] αἰσθητῷ παντάπασιν οὐδενὶ προσχρώµενος, ἀλλ’ εἴδεσιν αὐτοῖς δι’ αὐτῶν εἰς αὐτά, καὶ τελευτᾷ εἰς εἴδη.

Μανθάνω, ἔφη, ἱκανῶς µὲν οὔ—δοκεῖς γάρ µοι συχνὸν ἔργον λέγειν—ὅτι µέντοι βούλει διορίζειν σαφέστερον εἶναι τὸ ὑπὸ τῆς τοῦ διαλέγεσθαι ἐπιστήµης τοῦ ὄντος τε καὶ νοητοῦ θεωρούµενον ἢ τὸ ὑπὸ τῶν τεχνῶν καλουµένων, αἷς αἱ ὑποθέσεις ἀρχαὶ καὶ διανοίᾳ µὲν ἀναγκάζονται ἀλλὰ µὴ αἰσθήσεσιν αὐτὰ θεᾶσθαι οἱ θεώµενοι, διὰ δὲ τὸ µὴ ἐπ’ ἀρχὴν [d.] ἀνελθόντες σκοπεῖν ἀλλ’ ἐξ ὑποθέσεων, νοῦν οὐκ ἴσχειν περὶ αὐτὰ δοκοῦσί σοι, καίτοι νοητῶν ὄντων µετὰ ἀρχῆς. διάνοιαν δὲ καλεῖν µοι δοκεῖς τὴν τῶν γεωµετρικῶν τε καὶ τὴν τῶν τοιούτων ἕξιν ἀλλ’ οὐ νοῦν, ὡς µεταξύ τι δόξης τε καὶ νοῦ τὴν διάνοιαν οὖσαν.

῾Ικανώτατα, ἦν δ’ ἐγώ, ἀπεδέξω. καί µοι ἐπὶ τοῖς τέτταρσι τµήµασι τέτταρα ταῦτα παθήµατα ἐν τῇ ψυχῇ γιγνόµενα λαβέ, νόησιν µὲν ἐπὶ τῷ ἀνωτάτω, διάνοιαν [e.] δὲ ἐπὶ τῷ δευτέρῳ, τῷ τρίτῳ δὲ πίστιν ἀπόδος καὶ τῷ τελευταίῳ εἰκασίαν, καὶ

Plato, Rep. Bk. 6 509b-511e Divided Line 3

τάξον αὐτὰ ἀνὰ λόγον, ὥσπερ ἐφ’ οἷς ἐστιν ἀληθείας µετέχει, οὕτω ταῦτα σαφηνείας ἡγησάµενος µετέχειν.

Μανθάνω, ἔφη, καὶ συγχωρῶ καὶ τάττω ὡς λέγεις.